TLG 1368 001 :: EVANGELIUM EBIONITUM :: Evangelium Ebionitum

EVANGELIUM EBIONITUM Evangel. Apocryph.
(A.D. 2/3)

Cf. et EVANGELIUM SECUNDUM HEBRAEOS (1374)

Evangelium Ebionitum

Source: Klostermann, E. (ed.), Apocrypha II. Evangelien, 2nd edn. [Kleine Texte 8] Bonn: Marcus & Weber, 1910: 9–12.

Citation: Fragment — (line)

1

EPIPH. HAER. 30 13. Ἡ δὲ ἀρχὴ τοῦ παρ’ αὐτοῖς εὐαγγελίου ἔχει ὅτι Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἦλθεν Ἰωάννης βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ
5 ποταμῷ, ὃς ἐλέγετο εἶναι ἐκ γένους Ἀαρὼν τοῦ ἱερέως παῖς Ζαχαρίου καὶ Ἐλισάβετ· καὶ ἐξήρχοντο πρὸς αὐτὸν πάντες. καὶ μετὰ τὸ εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι (folgt fr. 3).

2

EPIPH. HAER. 30 13. Ἐν τῷ γοῦν παρ’ αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ— Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν—ἐμφέρεται ὅτι
5ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰησοῦς, καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρναοὺμ εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθέντος Πέτρου καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπε· Παρερχόμενος παρὰ τὴν λίμνην Τιβε‐ ριάδος ἐξελεξάμην Ἰωάννην καὶ Ἰάκωβον υἱοὺς Ζεβεδαίου
10καὶ Σίμωνα καὶ Ἀνδρέαν καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ζηλωτὴν καὶ Ἰούδαν τὸν Ἰσκαριώτην, καὶ σὲ τὸν Ματθαῖον καθεζόμενον ἐπὶ τοῦ τελωνίου ἐκάλεσα, καὶ ἠκολούθησάς μοι. ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο ἀποστόλους εἰς μαρτύριον τοῦ Ἰσραήλ.
15καὶ ἐγένετο Ἰωάννης βαπτίζων καὶ ἐξῆλθον πρὸς αὐτὸν Φαρισαῖοι καὶ ἐβαπτίσθησαν, καὶ πᾶσα Ἱεροσόλυμα. καὶ εἶχεν ὁ Ἰωάννης ἔνδυμα ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφῦν αὐτοῦ, καὶ τὸ βρῶμα αὐτοῦ (φησὶ) μέλι ἄγριον, οὗ
20 ἡ γεῦσις ἦν τοῦ μάννα, ὡς ἐγκρὶς ἐν ἐλαίῳ ἵνα δῆθεν μεταστρέψωσι τὸν τῆς ἀληθείας λόγον εἰς ψεῦδος καὶ ἀντὶ ἀκρίδων ποιήσωσιν ἐγκρίδα ἐν μέλιτι. ἡ δὲ ἀρχὴ κτλ. (vgl. fragm. i).9

3

EPIPH. HAER. 30, 13 (folgt auf fr. i). Καὶ μετὰ τὸ εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι τοῦ λαοῦ βαπτισθέντος ἦλθε παὶ Ἰησοῦς καὶ ἐβαπτίσθη ὑπὸ τοῦ Ἰωάννου. καὶ ὡς ἀνῆλθεν ἀπὸ τοῦ ὕδατος, ἠνοίγησαν
5οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περι‐ στερᾶς κατελθούσης καὶ εἰσελθούσης εἰς αὐτόν. καὶ φωνὴ ἐγένετο ἐκ τοῦ οὐρανοῦ λέγουσα· Σύ μου εἶ ὁ υἱὸς ἀγαπητός, ἐν σοὶ ηὐδόκησα, καὶ πάλιν· Ἐγὼ σήμερον γεγέννηκά σε· καὶ εὐθὺς περιέλαμψε τὸν τόπον φῶς μέγα. ὃν ἰδὼν (φησὶν)
10ὁ Ἰωάννης λέγει αὐτῷ· Σὺ τίς εἶ; καὶ πάλιν φωνὴ ἐξ οὐρανοῦ πρὸς αὐτόν· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα. καὶ τότε (φησὶν) ὁ Ἰωάννης προσπεσὼν αὐτῷ ἔλεγε· Δέομαί σου, κύριε, σύ με βάπτισον. ὁ δὲ ἐκώλυσεν αὐτὸν λέγων· Ἄφες, ὅτι οὕτως ἐστὶ πρέπον
15πληρωθῆναι πάντα.

4

EPIPH. HAER. 30, 14. Πάλιν δὲ ἀρνοῦνται εἶναι αὐτὸν ἄνθρωπον δῆθεν ἀπὸ τοῦ λόγου οὗ εἴρηκεν ὁ σωτὴρ ἐν τῷ ἀν‐ αγγελῆναι αὐτῷ ὅτι Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν
5(ὅτι) Τίς μού ἐστι μήτηρ καὶ ἀδελφοί; καὶ ἐκτείνας τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς ἔφη· Οὗτοί εἰσιν οἱ ἀδελφοί μου καὶ ἡ μήτηρ καὶ ἀδελφαί, οἱ ποιοῦντες τὰ θελήματα τοῦ πατρός μου.

5

EPIPH. HAER. 30, 16. Οὐ φάσκουσι δὲ ἐκ θεοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι, ἀλλὰ κεκτίσθαι ὡς ἕνα τῶν ἀρχαγγέλων, μείζονα δὲ αὐτῶν ὄντα, αὐτὸν δὲ κυριεύειν καὶ ἀγγέλων καὶ πάντων ὑπὸ τοῦ παντοκράτορος πεποιημένων καὶ ἐλθόντα καὶ ὑφηγησάμενον, ὡς τὸ
5παρ’ αὐτοῖς εὐαγγέλιον καλούμενον περιέχει ὅτι Ἦλθον καταλῦσαι τὰς θυσίας· καὶ ἐὰν μὴ παύσησθε τοῦ θύειν, οὐ παύσεται ἀφ’ ὑμῶν ἡ ὀργή.

6

EPIPH. HAER. 30, 22. Αὐτοὶ δὲ ἀφανίσαντες ἀφ’ ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἤλλαξαν τὸ ῥητὸν ... καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν λέγοντας· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα φαγεῖν;
5καὶ αὐτὸν δῆθεν λέγοντα· Μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ πάσχα φαγεῖν
μεθ’ ὑμῶν.11